Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.78 Dem. 43.81 (English) >>Dem. 43.84

43.80 δὲ τουτουὶ πατὴρ Μακαρτάτου καὶ πάππος οὐ κεκοινωνήκασιν τούτου, ἀλλʼ αὑτοῖς ἰδίᾳ ἐποιήσαντο μνῆμα ἄπωθεν τοῦ Βουσελιδῶν μνήματος. δοκοῦσιν ὑμῖν, ἄνδρες δικασταί, προσήκειν τι τῷ οἴκῳ τῷ Ἁγνίου, πλὴν τοῦ ἔχειν ἁρπάσαντες τὰ μὴ προσήκοντα; εἰ δʼ ἐξερημωθήσεται ἀνώνυμος ἔσται οἶκος Ἁγνίου καὶ Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, οὐδὲ κατὰ τοὐλάχιστον πώποτʼ αὐτοῖς ἐμέλησεν.

43.81ἐγὼ δʼ, ἄνδρες δικασταί, βοηθῶ μὲν ὡς οἷός τʼ εἰμὶ μάλιστα τοῖς τετελευτηκόσιν ἐκείνοις· οὐ πάνυ δʼ ἐστὶ ῥᾴδιον ταῖς τούτων παρασκευαῖς ἀνταγωνίζεσθαι. παραδίδωμι οὖν ὑμῖν τὸν παῖδα τουτονί, ἄνδρες δικασταί, ἐπιμεληθῆναι, ὅπως ὑμῖν δοκεῖ δικαιότατον εἶναι. οὗτος εἰσπεποίηται εἰς τὸν οἶκον τὸν Εὐβουλίδου, καὶ εἰσῆκται εἰς τοὺς φράτερας, οὐκ εἰς τοὺς ἐμούς, ἀλλʼ εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί. 43.82καὶ ὅτε εἰσήγετο, οἱ μὲν ἄλλοι φράτερες κρύβδην ἔφερον τὴν ψῆφον, οὑτοσὶ δὲ Μακάρτατος φανερᾷ τῇ ψήφῳ ἐψηφίσατο ὀρθῶς εἰσάγεσθαι Εὐβουλίδῃ υἱὸν τὸν παῖδα τουτονί, οὐκ ἐθελήσας ἅψασθαι τοῦ ἱερείου οὐδὲ ἀπαγαγεῖν ἀπὸ τοῦ βωμοῦ ὑπεύθυνον αὑτὸν ποιήσας, ἀλλὰ καὶ τὴν μερίδα τῶν κρεῶν ᾤχετο λαβὼν παρὰ τοῦ παιδὸς τουτουί, ὥσπερ καὶ οἱ ἄλλοι φράτερες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.78 Dem. 43.81 (English) >>Dem. 43.84

Powered by PhiloLogic